περὶ πλείονος αὑτῶν τὰ τεχθέντα ποιεῖσθαι καὶ πᾶσι τοῖς ὑπὲρ αὐτῶν ἥδεσθαι πόνοις. καὶ τί ἂν λέγοι τις γῆν ὑπὲρ τούτων σπειρομένην καὶ θάλατταν πλεομένην καὶ χρήματα ἀθροιζόμενα καὶ πόνους καὶ ἀγρυπνίας καὶ λόγους καὶ γνώμας; ἀλλ’ ἢν πολέμιοι κρατήσαντες
πόλεως αἵρεσιν τοῖς πατράσι διδῶσιν ἢ αὐτοὺς ἀποθνή- σκειν ἢ τοὺς παῖδας ἐφορᾶν, πάντες ἂν εὐθέως ὑπὸ τὰ ξίφη τρέχοιεν. γίγνεται δὲ κἀν ταῖς ἀρρωστίαις ἴσα παρὰ τῶν θεῶν τῶν τοκέων αἰτούντων αὑτοὺς μὲν ἀπελθεῖν, ζῆν δὲ τοὺς ἐξ αὑτῶν.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.