τοίνυν τὸ μὲν ἀξιοῦν θάπτειν πατρός ἐστιν εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἐπὶ τὸν υἱὸν ἥκοντος, τὸ δὲ ἀμελεῖν τοῦ σώματος διαβάλλοντος τὸν φόνον ὧς ἀπὸ μίσους τοῦ πρὸς ἐκεῖνον πεπραγμένον. εἰ γὰρ ἐγὼ νῦν ἐπ’ ἄλλοις ἦν καὶ περὶ ἕτερα τὴν σπουδὴν ἐποιούμην οὐδὲν τοῦ
κειμένου προνοῶν, τίς οὐκ ἂν εἶπε δικαίως; τῇ πόλει μικρὰ κεχάρισται Κάλλαισχρος, μᾶλλον δὲ οὐδ’ ὁτιοῦν, εἰ χρὴ τῇ γνώμῃ τὰ τοιαῦτα κρίνεσθαι. οὐχ ὁρᾷς ὡς βραχὺς αὐτῷ τοῦ νεκροῦ λόγος; ὁ δὲ εἰς ἡδονὰς ἀφῆκεν αὑτόν. πάλαι, ὧς ἔοικεν,
οὗτος ἐπιβουλεύων ἀποκτεῖναι Κριτίαν ὀψὲ δεδύνηται. τούτων με, ὦ Ἀθηναῖοι, ῥύσασθε τῶν 1 2 λόγων καὶ δότε ἀνθρώπῳ μὴ λίαν φαύλῳ περιστεῖλαι τὰς ἑαυτοῦ συμφοράς.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.