πεπονθότας, ἡ γὰρ ὧν ἠδίκηνται μνήμη πᾶν μικρὸν εἰς τιμωρίαν ἡγεῖσθαι ποιεῖ, ἐγὼ δὲ τῶν οὕτω διακει- μένων ἀλγούντων μὲν οὐχὶ θαυμάζω, τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ τοιαῦτα πεπονθότες μὴ χαλεπῶς 1 | ἔφερον, δέομαι δὲ ὅμως ἀκολουθῆσαι τοῖς ἄλλοις
πρῶτον μὲν ἐνθυμουμένους ὅτι οὐ Κριτίαν αὐτοὺς δεήσει βέλτιστον νομίσαι τήμερον, τὸν ἐκείνου δὲ πε- παυκότα τὴν ἀδικίαν ἐλεῆσαι, ἔπειθ’ ὅτι πολὺ μείζω δόξαν οἴσονται τῶν οὐ τὰ μέγιστα ἐγκαλούντων οἱ τὰ δεινότατα πεπονθότες. μείζονος γάρ, οἶμαι, μεγαλοψυ-
Χίας ἀπόδειξις τοὺς μᾶλλον ἠδικημένους ἐν τῷ καιρῷ 2 3 τῆς τιμωρίας ὁμοίους τοῖς οὐ τοιαῦτα αἰτιωμένοις γε- νέσθαι.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.