νῦν πάντα εἰσέρχεται τὴν ψυχὴν ὧν οὐδὲν τότε, ὅτι τοῦτον μέντοι τὸν ἀπεσφαγμένον ἐγὼ καὶ ἔσπειρα καὶ ἐγέννησα καὶ ἔθρεψα καὶ εἰς φράτορας εἰσήγαγον καὶ εἰς δημότας ἐνέγραψα καὶ παῖδα προσεῖπον καὶ πρὸ 1 τῆς μανίας ἐπῄνεσα πολλάκις. οὐδὲν | γὰρ ἔτι με 2 3 4 5 τῶν τότε παροξυνόντων κινεῖ. οὐκέτι τυραννεῖ Κριτίας, οὐκέτι τρέφει δορυφόρους, οὐκέτι φρουρὰν μεταπέμ- πεται καθ’ ὑμῶν καὶ τῶν νόμων, οὐκέτι δακρύων ἐμ- πίπλησι τὴν πόλιν.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.