ἀρχόμενον τοιοῦτον κακόν. μίαν πιστεύω γενέσθαι τοιαύτην τράπεζαν, κἀκείνην ἐν Θρᾴκῃ κἀκείνην παρ’ ὑμῶν. καὶ τὸ ἔργον τὸ περὶ τὸν Ἴτυν αἱ γυναῖκες ὰλη- θῶς ἔδρασαν αἱ Ἀττικαί. καλῶς ἄρα οἱ τραγῳδοὶ 1 | ταῦτα ἐδίδασκον, τὸν Τηρέα, τὴν Πρόκνην, οὐχ
ἔνα φυλάττοισθε, ἀλλ’ ἔν ἔχοιτε μιμεῖσθαι. ἀλλ’ ὑμεῖς ἐπενεανιεύσασθε πόλιν ὅλην καὶ ταύτην Ἑλλήνων, ὡς τὸν Θρᾷκα ἐκεῖναι, δειπνίσαντες. πόσων δραμάτων ταῦτα ἱστορίαι; τίνες ἀρκέσουσι τραγῳδίαι τῷ πάθει; πόσαι σκηναὶ Ποτίδαια;
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.