σπαράττον ἀλλήλους προτιθέντων αὐτοῖς τὴν δίαιταν ταύτην Εὐμολπιδῶν καὶ Κηρύκων τῶν ἀπὸ τῆς Ἐλευ- σῖνος οἱ καθαροῖς ἥκειν τὰς χεῖρας τοῖς μύσταις προ- 1 2 ἀγορεύοντες. αὐτοῖς ἤδη τὸ κήρυγμα τοῦτο κήρυττε· ὅστις τὰς χεῖρας μὴ καθαρός. Ἀθηναίων λέγε. ὅστις Ἑλλήνων φωνῆς ἀξύνετος. τίνες αὐτῶν μᾶλλον βάρβαροι; μή μοι τοὺς μυησομένους δοκίμαζε,
ἀλλὰ τοὺς μυήσοντας, εἴ γε καὶ μυήσουσιν ἐπὶ ταῖς τοιαύταις τροφαῖς.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.