ἠλέουν οἱ μυσταγωγοί. εἶθ’ ὑμεῖς ἔτι πυρῶν καὶ κρι- θῶν μνημονεύετε καὶ τὴν προηροσίαν ὑπὲρ τῆς Ἑλλά- δος θύετε γεωργίαν ἀνθρώπων ἀνελόντες καὶ τὴν γῆν, ὡς ἂν εἴποι τις, ἐκτρίψαντες αὐτήν. ἰδοὺ γάρ, παρα- βάλωμεν τῇ Δήμητρι τὴν Ποτίδαιαν, τῷ Τριπτολέμῳ
τὴν πολιορκίαν. οὐκ αὖθις ἡμῖν ἄκαρπος ἡ γῆ δοκεῖ γεγονέναι, οὐ πάλιν ὁ πρὸ Δήμητρος εἶναι βίος;
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.