σωμάτων ἡδέως. καὶ τοῦτο ἂν ἴσως ἐνέπλησεν ὑμᾶς μόνον, ὧς τά γε νῦν ταῦτα μικρὰ ἦν, δῆμος ἐν ἑαυτῷ τρεφόμενος καὶ πάντα αὐτὸς αὑτῷ, οἶ σιτούμενοι, τὰ σιτούμενα, οἱ πεινῶντες, αἱ ἑστιάσεις, πρὸς ταῖς τρα- πέζαις τὰ σιτία, ἕκαστος πρὸς ταῖς τραπέζαις τροφὴν
αἰτῶν καὶ διδόμενος, νεῖμον κἀμοί, λέγων, ὧν ἡ νομή. τοιαῦτα γὰρ τῶν ἐν Ποτιδαίᾳ δείπνων τὰ αἰνίγματα. ἑαυτοὺς οἶ δυστυχεῖς διεδέχοντο καὶ ὥσπερ ἐν ταῖς τῶν ἐράνων εἰσφοραῖς ἔρανον ἐποι- οῦντο τῶν σωμάτων κόπτοντες αὐτὰ καὶ διαιροῦν-
τες, ὁ παρατυχὼν τρέφων τὸν φθάσαντα, εἶτ’ ἄλλον ὁ τραφείς, εἶτ’ ἐκεῖνος ἕτερον, ἐγκύκλιόν τινα ταύτην εὐωχίαν περιάγοντες, ἕως οἱ πλείους ὑπεδέξαντο ἀλ- λήλους.
θέντες εἰσὶν οὗτοι καὶ τὸ τούτων στρατόπεδον. οἱ γὰρ τὰς ἔξωθεν τροφὰς ἐμποδίζοντες τοῖς ἔνδον εἰσιέναι οὗτοι καὶ δι’ ἀλλήλων ἠνάγκαζον χρήσασθαι ταῖς τρο- 1 φαῖς. τοιούτων ἔτυχεν ἑστιατόρων Ποτίδαια. ἡμεῖς δ’ ἠλεοῦμεν κατακληρουχηθεῖσαν Εὔβοιαν καὶ τὴν Σαμίων φυγὴν καὶ τῶν νήσων τἀς βεβιασμένας. οὗτοι δὲ λοι- πὸν ἤδη διαιροῦσι καὶ διανέμουσι τὰ σώματα καὶ τὰς μὲν ἀνθρώπων τροφὰς ἐκ τῶν πόλεων ἐξορίζουσιν,
ἀντεισάγουσι δὲ δεῖπνα ἐναγῆ καὶ τοὺς Ἕλληνας ἀνη- λῶσθαι περὶ αὑτοὺς βιάζονται.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.