πολιορκίᾳ ἐλεήσαντες τί οὐκ ἂν διἐθεσαν, εἴ γ’ εὐτυ- χοῦντας παρέλαβον; πῶς δ’ ἂν ἐφείσαντο τῶν σωμά- τῶν τότε οἱ μηδ’ ὅτε ἐτράφησαν οὕτως; οὐκ ἦν ἱκανὸν ἐξανηλῶσθαι τοσούτους καὶ τὸ πλεῖστον τοῦ δήμου μέρος ἐν τῷ δήμῳ δεδαπανῆσθαι; οὐκ ἦν ἱκανὸν θη-
ῥίων δίκην τοὺς ἀνθρώπους σεσιτῆσθαι; ἀλλ’ ἔδει τούτους πρὸς τούτοις τοῖς καλοῖς καὶ ἄλλα προσνεανι- εύσασθαι, φυγήν, ἀπορίαν, πάντα ἃ νῦν ὑπομένουσιν· ἆρα ὁρᾶτε καὶ λογίζεσθε, ὑπὲρ ὅσων καὶ οἴων ἀντεῖχον οἱ δυστυχεῖς; μεῖζόν τι <σημεῖον> τῆς τούτων 2 3 θρωπίας; ἀνεκτοτέραν τῆς Ἀθηναίων τυραννίδος τὴν πολιορκίαν ἐπῄνεσαν. ἀλλήλων ἐγεύσαντο. ἐμπλῆσαι γὰρ τὴν τούτων ὠμότητα ἁλόντες οὐκ ἐδύναντο.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.