μετέχειν, ὑπὲρ ὧν καὶ τοῖς βαρβάροις ἐπολεμοῦμεν. δεῖ δέ, οἶμαι, καὶ τοὺς ἡγεμόνας, ἄν γε ὦσι μέτριοι, οὐ τῷ βιάζεσθαι προσάγεσθαι τοὺς συμμάχους, ἀλλὰ πείθοντας. καὶ πολλῷ βέλτιον μὴ φρουραῖς φυλάττειν, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ἀμφοτέροις. βία μὲν γὰρ
ἀπιστίαν, εὔνοια δὲ πίστιν ἐργάζεται.
αὑτοῖς τὸν ἀγῶνα ὑπὲρ ἀνδραποδισμοῦ καὶ ἀναστάσεως καὶ πάντων τῶν δεινοτάτων ὑπάρχοντα καὶ μηδὲν τούτους μέτριον καὶ φιλάνθρωπον μήτε διανοουμένους μήτε πράξοντας. τοὺς γὰρ καὶ πρὶν ἀποστῆναι τοιαῦτα ἐπιτάττοντας, οἷον τὰ τείχη κατασκάπτειν καὶ μετα-
βάλλειν τὴν πολιτείαν, τί προσδοκᾶν ἔδει πράξειν ἀποστάντων; οὐκ ἐξανδραποδιεῖν τὴν πόλιν; οὐκ ἀνα- 4 5 στήσειν παῖδας καὶ γυναῖκας; οὐκ αὐτοὺς τὴν χώραν καθέξειν;
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.