εἶπον; ὅτι δεῖ τοὺς πολεμοῦντας μηδαμῶς τὴν ἀνθρω- πίνην ἔχθραν ὑπερβαίνειν, ἀλλ’ ἐπὶ μὲν τοὺς ἀντιπά- λους καὶ στρατιώτας τρέφειν καὶ τριήρεις πληροῦν, ὅπου δὲ ἤδη τὸ πραττόμενον τοῖς θεοῖς διαφέρει, μη- κέτι τῷ πολέμῳ καταχρήσασθαι, ἀλλὰ κἂν ἔλαττόν τι
μέλλωσιν ἕξειν, ἐνδιδόναι. πολλῷ γὰρ βέλτιον φείσα- σθαι τῶν ἐχθρῶν ἐπὶ τῇ προφάσει τῶν θεῶν ἤ διὰ τοὺς ἐχθροὺς εἰς τοὺς θεοὺς ἀσεβῆσαι.
πεπαρῳfνηται τῇ τοιαύτῃ πολιορκίᾳ.
ἄλλα ζῷα καὶ θηρία τὰ μὲν δηλητήρια ἀνέστειλε καὶ ἀπῴκισε πόρρω που πρὸς τὰς ἐρημίας ἀπαγαγοῦσα, τὰ δὲ χρήσιμα ἡμῖν ὑπέβαλε τὰ μὲν συνεργὰ ἔχειν, τὰ δὲ σιτεῖσθαι καὶ ἀποθανόντα ἐσθίεσθαι, ἄνθρωπον δ’ ἀνθρώπου συνεργάτην μὲν εἶναι καὶ βίου κοινωνὸν
ἀπέδειξε, τροφὴν δ’ οὔ. ταῦτα μὲν ἡ Φύσις, Ἀθηναῖοι δὲ τί; συγκεχύσθαι τὸν νόμον τοῦτον παρεσκεύασαν, τοὺς | αὐτοὺς εἶναι τοὺς τρέφοντας, τοὺς τρεφο- 6 7 8 μένους, τὰ σιτία, τοὺς σιτουμένους, πάντα αὐτὸν τὸν ἄνθρωπον.
καὶ ὧς πολεμίαν ἐξεπολιόρκησαν. δευτέρα δὲ ἡ Γῆ, ἐφ’ ἧς εἱστήκεσαν οἱ μιαροί, μήτηρ καὶ αὕτη τοῦ τῶν ἀνθρώπων γένους καὶ οὖσα καὶ νομιζομένη. αὕτη μέν- τοι καὶ δέχεται πρώτη γινομένους ἡμᾶς καὶ τελευτή- σαντας κρύπτει τὴν ἀκοσμίαν τοῦ θανάτου καλύπτουσα
εὐσχημόνως. ἀλλ’ οἴχεται διὰ τούτους καὶ ἡ τῆς Γῆς χάρις. ἐν τοῖς σώμασι κατέθεντο τὰ σώματα καὶ κενὴ μὲν ἡ Γῆ, μεστοὶ δ’ οἶ ζῶντες τῶν ἀποθανόντων.
δὲ ὁ Κελεὸς ὑμῖν; ποῦ δὲ ὁ Τριπτόλεμος; ἀντιθῶμεν τὰς παρ’ ὑμῖν ἐκείνων ταῖς παρ’ ὑμῶν τροφαῖς. τί οὖν ἔτι βωμοὶ τῶν θεῶν τούτων; τί δὲ ἑκατόμβαι καὶ τελεταί; οὐ ταῦτα πάντα ἀνήρηται νῦν ἐν Ποτιδαίᾳ; ὧν γὰρ οὐκ ἐτήρησαν τὰς χάριτας ἐφ’ αἷς αἱ τιμαί,
τούτων οὐδὲ τὰς τιμὰς αὐτάς.
λῶν οὗ χρήσαντος τὴν ἀποικίαν ἀπεστείλαμεν; Ἑστίας δὲ τὰς Ποτιδαιατῶν ἀφίημι καὶ θεοὺς παρ’ ἐκείνοις πατρῴους καὶ γενεθλίους παρ’ οἶς τις καὶ τοῦ γένους ἥψατο.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.