τοὺς Ἓλληνας στρατεύσαντα, τὸν αἰτήσαντα ἡμᾶς γῆν καὶ ὕδωρ, τὸν ἀνασπάστους οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ πόλεις ποιήσαντα μήτε, ὁπηνίκα ἦλθε πολεμήσων, 1 τοιαύτῃ συμφορᾷ περιπεσεῖν νῦν τ’ ἔνσπονδον \ ἤδη γεγονέναι, Ποτίδαιαν δέ, Ποτίδαιαν, οἴμοι, τὴν
Δωριέων ἄποικον, τὴν ἐκ Κορίνθου, παντάπασιν ἐκτε- τρίφθαι καὶ ὑπὸ Ἀττικοῦ πολέμου δεδαπανῆσθαι.
τὸ δὲ δεινῶς τραφῆναι ἀνθρώπους ἐῶ τοὺς πολιορ- 2 3 4 5 κουμένους, ἀλλ’ ὑμεῖς εἰ μὲν Σκυθῶν στρατόπεδον ἦτε καὶ νομάδων βαρβάρων, Ταῦροί τινες ἢ Μελάγχλαι- νοι, δίκην θηρίων φερόμενοι καὶ μήτε θεσμοὺς ἀνθρω- πίνους εἰδότες μήθ’ ὁμονοοῦντες τῇ φύσει, συζῶντες δ’ ἀγρίῳ τρόπῳ καὶ βιαίῳ, εἰ μὲν ὄντες τοιοῦτοι περι-
ἔστητε τὴν Ποτίδαιαν, οὐδὲν <ἄν> ἀνήκεστον ἐσώθησαν μὲν ἤδη καὶ παρὰ Σκυθῶν Ἕλληνες ξένοι καὶ Σκύθαις μὲν αὐτοῖς τοιαῦτα ἐμαρτύρουν δεῖπνα, αὐτοὶ δ’ Ἑλληνικὴν παρέθεντο καὶ παρ’ ἐκείνοις τρά- πεζαν. ἀλλ’ ὅμως οὐ ζητῶ τὴν Ποτίδαιαν, ἀφίημι
πολυπραγμονεῖν τὰς τροφάς, ἔστω ὅμοια πάντα τοῖς περιεστηκόσι, ξένα σιτία, τροφαὶ ἐναγεῖς, παραιτεῖται τὴν συμφορὰν τὸ βαρβάρους εἶναι τοὺς ταῦτα βιαζο- μένους, οἶς οὐδ’ ἄλλο τι τῶν καλῶν γνώριμον. εἰ δὲ ἡ τῶν Ἀθηναίων πόλις ταῦτα εἴργασται ἀεὶ σεμνυνο-
μένη πρεσβείᾳ γένους, νόμων θέσει, θεῶν εὐσεβείᾳ, αὐταῖς ταῖς τροφαῖς, πῶς ἐστι ταῦτα ἢ τοῖς παθοῦσιν ἢ τοῖς ἄλλοις ἡμῖν ἀνεκτά;
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.