Ποτίδαιαν ἀσεβείας παροφθείσης τὴν βίαν ἐπὶ πᾶσαν ἀγάγωσι τὴν Ἑλλάδα.
ὑπὲρ πάντων λόγον οὐδ’ ὧς δεινοὶ λέγειν ὄντες ἐπέ- στημεν τῇ συγγραφῇ, συγγενεῖς δ’ ὄντες καὶ πατέρες τῶν ἐν ἀλλήλοις ἀπολωλότων ἀλγοῦντές τε, ὧς εἰκός, μᾶλλον ἑτέρων ἐφ’ οὕτως ἀσεβεῖ καὶ ἀπίστῳ πάθει. ὅθεν ἡμῶν μὲν τὴν προθυμίαν ἀποδέχεσθε, αὐτοὶ δὲ
ὡς πᾶσιν ἀνθρώποις δείξοντες οὕτω διανοεῖσθε. καὶ γάρ, εἰ μία πόλις ἡ πεπονθυῖα ταῦτα, κοινὸν γοῦν πάντων τὸ ἀτύχημα ἀνθρώπους τινὰς ὄντας οὕτω τρα- φῆναι.
ἀνάσχοιτο; Ἀθηναίων δ’ ἄξιον θαυμάσαι πῶς μὲν εἰς τὴν ἀμφικτυονίαν παρεληλύθασι, πῶς δὲ καθαρεύειν 4 5 6 αὑτοὺς νομίζουσι μετὰ τοιαύτην πολιορκίαν. εἰ γὰρ τοῖς παθοῦσιν οὐδ’ εἰπεῖν θέμις ὑπὲρ ὧν ἔπαθον, πῶς εὐσεβοῦσιν οἱ τούτων αἴτιοι παριόντες;
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.