θαροί γε. οὐ γὰρ οὗτοι φέρουσιν ἢ τὰ σώματα οἶς προσήδρευσαν ἢ τὰς ψυχὰς αἷς περὶ τῆς πολιορκίας διενοήθησαν; ἀλλ’ οὐκ ἐναγεῖς; οὐκ ἀκάθαρτοι; οὐ τῇ κοινῇ φύσει πολέμιοι; οὐ πᾶν ὅ τι ἂν εἴποι τις; ἀλλ’ ἂν μὲν εἷς ἄνθρωπος ὁ τυχὼν τῶν πρὸς τὴν εὐσέβειαν
κατολιγωρήσῃ ἢ θυσίαν τινὰ οὐ καθαρὰν θύσας ἡ βωμὸν μιάνας ἢ μιαρὸς ὢν αὐτὸς εἰς τὰ εἴσω τῶν περιρραντηρίων βιάσηται, οὐδὲ φωνὴν ἀνέξεσθε οὐδ’ 1 2 3 ἔσται τις οὕτως ὀλίγωρος οὔτε γέρων οὔτε νεώτερος ὃς οὐκ ἐπέξεισιν εὐθὺς αὐτῷ καὶ τιμωρεῖ τοῖς θεοῖς· πόλιν δὲ τὴν ἀξιοῦσαν προεστάναι τῆς Ἑλλάδος καὶ τὰ δίκαια τοῖς ἄλλοις βραβεύειν τοιαῦτα ἱερεῖα ὲν Ποτιδαίᾳ κατασκευάσασαν καὶ μιάνασαν ἅπαντας μὲν
τοὺς ἐκεῖ βωμούς, ἅπαντα δὲ τὰ ἕδη τῶν θεῶν, ἄβα- τον δὲ τὸν τόπον ποιήσασαν πᾶσι, δι’ ἢν οὔτε οἰκίαι καθαραὶ οὔτε ἀγοραὶ καὶ στενωποί, πάντα δ’ ἀκάθαρτα καὶ μύσους μεστά, ὅ τε χῶρος ἐν ᾧ ταῦτα ἐγίγνετο ὅ τε τὴν πόλιν περιέχων ἀήρ, οἱ τρέφοντες, οἱ τρεφό-
μένοι, ὁ σίδηρος, τὸ πῦρ, αἱ τράπεζαι, τὴν δὴ τοι- αύτην, εἰπέ μοι, πόλιν περιόψεταί τις Ἑλληνίοις προσ- ιοῦσαν θεοῖς καὶ κοινωνοῦσαν ἡμῖν σπονδῶν, πανη- γύρεων; τὸν δὲ αὐτὸν κρατῆρα στησόμεθα ἡμεῖς τε καὶ οὗτοι; στέγην δὲ τὴν αὐτὴν | ἢ θέατρον 4 Ἑλληνικὸν τίς ἂν τολμήσειεν εἰσελθεῖν, περιαγγεῖλαι
δὲ Ὀλυμπικὰς ἢ Πυθικὰς ἐκεχειρίας; ἐμοὶ μὲν γὰρ 5 6 οὐδ’ ὁ πρὸς αὐτοὺς πόλεμος καθαρὸς εἶναι δοκεῖ, ἀλλὰ καὶ τοῦτο μίασμά ἐστι τούτοις εἰς χεῖρας ἰέναι. τοσαύ- τῆς ἀρᾶς εἰσι καὶ ποινῆς μεστοί.
θέμις; θυσιῶν τε καὶ μυστηρίων. οἴχεται ταῦθ’ ὑμῖν καὶ ἀνατέτραπται. ἐπειδὴ δὲ μυστηρίων ἐμνημόνευσα, βούλομαί τι τῶν ἐκεῖθεν εἰπεῖν, ἔστι δ’ οὐ τῶν ἀρρή- των ὃ μέλλω λέγειν. οὗτοι γὰρ τά τ’ ἄλλα καθαροῖς εἶναι τοῖς μύσταις ἐν κοινῷ προαγορεύουσιν, οἶον τὰς
χεῖρας, τὴν ψυχήν, τὴν φωνὴν Ἕλληνας εἶναι, καὶ ἰδίᾳ πάλιν τὸ εἰ τοῦ καὶ τοῦ σίτου ἐγεύσω, οὐ καθαρὸς πάρει. καὶ πολλὴ τούτων παρὰ τοῖς μυστα- γωγοῖς ἐπιμέλεια.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.