Ἀσίας ὁπλισθῆναι ποιητῶν ἀκούων μῦθον τὸν λόγον ἡγούμην καὶ τὴν ὑπόθεσιν οὐκ ἀξιόχρεων εἶναι τοῦ πολέμου καὶ τῶν ἡρωικῶν κατεγέλων συμφορῶν, εἰ δι’ Ἔρωτα συνέβησαν τοῖς τότε. νυνὶ δὲ τί; πείθομαι τῷ 2 3 4 λόγῳ καὶ τὸν θεὸν μέγαν καὶ φύσεως ἀνθρωπίνης κρείττονα διὰ τῆς ἐμαυτοῦ συμφορᾶς ἐπιγινώσκω καὶ φιλῶ γε αὐτὸν τῆς μισανθρωπίας ίας καὶ τὰ ἔργα θαυ- μάξω οἷα ἔδρασεν ἐξ ἀρχῆς. πολὺν ἐπὶ Τροίας ἡρωικὸν
φόνον εἰργάσατο, πολλὰς Ἑλλήνων καὶ βαρβάρων σφα- γάς, πολλὰς κατήνεγκε πόλεις, πολλὰ κατέσκαψε τείχη, πολλὰς ἀκροπόλεις παρέδωκε πυρί, πολυτρόπως ἀν- έτρεψε τὸν ἡμέτερον βίον. οὗτος ἐπὶ κρημνοὺς ἄγει, οὗτος ἀναγκάζει βαπτίζειν εἰς ἑαυτοὺς τὰ ξίφη, ἀγχό-
νῇ παραδίδωσιν, ἐπὶ τὸ βάραθρον ὠθεῖ Τίμωνα καὶ καλὴν παρ’ ἐμοῦ λαμβάνει τῆς ὑπερηφανίας τὴν δί- κην.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.