τρόπον. ἐπαινῶ τὸ κάλλος καὶ θαυμάζω τὴν ὥραν, ὁ δὲ ὑπερορᾷ καὶ καταφρονεῖ τῶν ἐγκωμίων τῶν ἐμῶν. τὴν ἀνδρίαν, τοὺς λόγους ἐκπλήττομαι, ὁ δὲ ὑπενόησεν εἰρωνεύεσθαί με. τὴν ἡσυχίαν ἄγω στένων κατ’ ἐμαυ- τόν, ὁ δὲ ἄχθεταί μου τῇ σιωπῇ. τῷ τρόπῳ χρῶμαι
καὶ τὸν μισάνθρωπον ὑποκρίνομαι καὶ λοιδορῶν αὐτὸν διαρρήγνυμαι, ὁ δ’ ἐνταῦθα ἐγέλασε. πάλιν σεμνὸς ἐν Λυκείῳ φαίνεται καὶ Πρωταγόρου μᾶλλον καὶ Γοργίου τὰς ὀφρῦς ἀνεσπακώς, αὐθάδης ἐν ἐκκλησίαις καὶ δημηγόρος ὑπὲρ τὸν Ὀλύμπιον, πόρνος ἐν συμποσίοις
καὶ κατεαγὼς ἐν ταῖς μέθαις, ἀνδρόγυνος ἐπὶ τῆς ἐσπέρας, ὑπὲρ τὸν Πρωτέα τὴν φύσιν ἀμείβων.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.