πᾶσι καὶ πανταχοῦ δεύτερος τυγχάνων ἄχθομαι καὶ παρευδοκιμούμενος οὐ φέρω. οὐ ταῦτά με ἐδίδαξεν ὁ τρόπος, ἐρᾶν, μεθύειν, αὐλητρίδι προσανακεῖσθαι, κω- μάζειν, ἀλλὰ βιάζεται ἡ συμφορά, καὶ ὁ ἔρως ἄγει με πρὸς τὰ χείριστα. καὶ ταὐτὸν πέπονθεν ἡ ψυχὴ τὸν
λογισμὸν ἀφαιρεθεῖσα τῶν ἀρμάτων ἐκείνοις ἃ τὸν ἡνίοχον οὐκ ἔχοντα ἀτάκτως φέρεται τῷ δρόμῳ παν- ταχοῦ.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.