ἐστί μοι, ὃ τὸ Πήλιον καταλιπὸν καὶ τὴν μελίαν ἐπὶ τὴν Σκῦρον ᾔει καὶ τὸν παρθενῶνα καὶ τῇ προσηγο- ρίᾳ καὶ τῷ βλέμματι καὶ τῇ στολῇ πρὸς τὸ θῆλυ τὴν φύσιν ἐξεβιάζετο, ἐγὼ δ’ ἐκ τῆς ἐρημίας ἐπὶ τὴν πόλιν, ἐκ τῆς ἐσχατιᾶς ἐπὶ τὰς Ἀλκιβιάδου θύρας. καὶ
κώμοις καὶ μέθαις ἐγκαλινδοῦμαι τὸν μονήρη βίον· ἐκεῖνον ἀποθέμενος, καὶ τἀς χείρους ἀνταλλάττομαι προσηγορίας τῶν φιλτάτων κόλαξ ἀντὶ Τίμωνος ἀκού- ων, ἐραστὴς ἀντὶ μισανθρώπου.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.