ἐπὶ τῷ μειρακίῳ, πολὺν γὰρ εἰς ἡμᾶς ἀνῆψε τὸν πυρ- σόν, καὶ διὰ τοῦτο μάλιστα φιλεῖν αὐτὸν ἀναγκάζομαι, ὅτι μοι παρέσχε θανάτου πρόφασιν καὶ βαδίζειν ἐν- ταυθοῖ κατηνάγκασε μήτ’ αὐτὸν ἔτι μήτ’ Ἀθηναίων μηδένα μήτ’ ἄλλον τινὰ ἀνθρώπων ὀψόμενον. εὔχομαι
δὲ καὶ τοῖς ἄλλοις ἅπασιν ἐρασταῖς Ἀλκιβιάδου τὸν αὐτὸν παραστῆναι λογισμὸν καὶ λῦσαι ἅπαντας ἐθελῆ- σαι τὸν ἔρωτα τῷ θανάτῳ καὶ τὸ κώνειον ἀλλάξασθαι τῶν παρ’ ἐκείνου προπόσεων. οὐδὲν γὰρ ἐμοὶ προτι- μότερον τοῦ μετὰ τῶν ἀντεραστῶν ἀπολωλέναι.
ὅσον τὴν Γοργόνα φασὶν οἱ μῦθοι. διαφέρει δ’ οὐδὲν ἢ λίθον τινὰ γεγονέναι ἢ παρὰ τοῦ δημίου δέξασθαι τὸ κώνειον. ἒν γὰρ καὶ ταὐτὸν ἀφ’ ἑκατέρου τούτου γένεται.
νάτου καὶ προσαγγελίας ἄξια, οὐδ’ ἐντεῦθεν ὅθεν τις οἴεταί μοι τὰ τῶν συμφορῶν ἐστιν, ἀλλ’ ἀπ’ ἐκείνης δυστυχῶ τῆς ἡμέρας ἀφ’ ἧς παρελθὼν | εἰς 8 ἀνθρώπους ἔτυχον τῆς φύσεως καὶ τῆς προσηγορίας. ὡς εὐτυχέστερόν γε ἦν μηδὲ τὴν ἀρχὴν γενέσθαι ἢ,
ἐπειδήπερ ἀναγκαῖον ἦν τὸ τοιοῦτον εἰς φῶς παρελ- θεῖν, ἕτερόν τι ζῶον, ἀλλ’ οὐκ ἄνθρωπον εἶναι.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.