ἠνάγκασεν ἑαυτῇ τῷ κάλλει δέσμιον ἔχουσα. ἀλλ’ ἐκεῖ- 1 2 3 νος μὲν σωφρονῶν ἐπὶ τὴν πυρὰν ἐκεῖθεν ὥρμησεν, ἐγὼ δὲ ἐπὶ τὸ βάραθρον, ὅσον οὐδέπω. οὐ γὰρ ἐλάτ- των ὁ τοῦ Κλεινίου τῆς Ὀμφάλης εἰς τὸ διαφθείρειν ἐστίν.
γὰρ τὸ κάλλος ἐνθυμηθῶ καὶ τὴν ὥραν Ἀλκιβιάδου καὶ τὸ βλέμμα καὶ τὸ βάδισμα καὶ τοὺς πολλοὺς κό- λακας καὶ τοὺς ἀντεραστὰς τοὺς ἐμούς, ἐξανδραποδί- ζομαι καὶ παραδίδωμι δέσμιον ἐμαυτὸν καὶ πάντων προτιμότατον ἡγοῦμαι τὸ συνεῖναι τῷ μειρακίῳ.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.