κατακλυσμὸν ἐκεῖνον ὂν οἱ ποιηταὶ θρυλοῦσιν. οὐδὲν γὰρ ἂν ἦν εὐτυχέστερον ἢ τὸ σύμπαν τῶν ἀνθρώπων γένος ἀφανισθῆναι πυρὶ καὶ σιδήρῳ καὶ ὕδατι καὶ τὴν γῆν ὧσπέρ τινος νοσήματος ἀπαλλαγῆναι καθαρ- θεῖσαν τῷ πυρί.
ἀνέτρεψέ μου τὸν βίον καὶ κρείττων ἐγένετο τῆς ἐμῆς 1 2 3 προθέσεως. καὶ θεῖόν τι φάντασμα καὶ κάλλος οὐρά- νιον τὴν Ἀλκιβιάδου μορφὴν ὑπελθὸν εἰς ἡμᾶς ἐκώ- μασε. καὶ τὸ αὐτὸ πέπονθα ταῖς Βάκχαις αἳ τῷ Διο- νύσῳ πληγεῖσαι οὐ δύνανται μένειν ἐφ’ ἑαυτῶν, Τίμων εἰς ἄστυ, Τίμων εἰς ἐκκλησίαν | 4 πολλῶν ἀκούων, πάντας ὁρῶν, θορύβου καὶ κραυγῆς
ἀνεχόμενος.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.