ἄλλης ἐπιμελείας οὐδὲν φαυλοτέρας τῆς παρὰ τῶν ἄλλων εἰς τοὺς ἐξ ἑαυτῶν, ἀπορῶ δὲ ὅπως ἄν ἐπαμύνοιμί σοι. παρὰ τίνα γὰρ ἔλθω; παρὰ τίνος αἰτήσω; τίς δώσει πεντήκοντα τάλαντα; πόσην ἄν τις καταθείη τοὐμοῦ σώματος τιμήν;
ὧς ἔμοιγε καὶ πεπρᾶσθαι κέρδος, εἴ τι τῶν σῶν δύναιτο τοῦτο ἐπανορθῶσαι· τί λέγω πεπρᾶ- 1 σθαι; | τεθνάναι μυριάκις δεξαίμην ἂν ἐπὶ τοιούτῳ μισθῷ. καὶ ἅμα τε ὀδυρόμενος ἐνενόησα τοῦτο ὃ νῦν ποιῶ καὶ πρὸς αὐτὸν εἶπον ὧς ἐφ’ ὑμᾶς
καταφεύξομαι καὶ περὶ δεσμῶν διαλέξομαι, καὶ οἶμαι πείσειν ἔφην.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.