οὐ τοσοῦτον ὀλίγων, ὧς ἄν τῳ δόξειεν, ἀλλὰ τῶν θεῶν. τούτοις πολεμίοις Μιλτιάδης ἐχρήσατο καὶ γέ- γονεν αὐτοῦ κρείττων οὐχ ὁ Πάριος, ἀλλ’ ἡ ταπει- νοῦν ἀξιοῦσα τοὺς μεγάλα δεδυνημένους θεός, καὶ τὸ κακὸν τοῦτο τὸ ἐν τῷ μηρῷ τὸ ἀνίατον οὐ τοξότου
τινός ἐστιν ἔργον οὐδ’ ὁπλίτου οὐδ’ ἀκοντιστοῦ, ἀλλ’ ἡ κρίνασα θεὸς μὴ εὖ τελευτῆσαι τὸν μέγαν Μιλτιάδην αὕτη τοῦτο τὸ κακὸν ἔπεμψε.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.