ἦν ἐν τῇ πρὸς τοὺς βαρβάρους μάχῃ τὸν πατέρα μοι 1 2 3 4 5 6 7 πεσεῖν καὶ τὴν αὐτὴν Κυναιγείρῳ τε καὶ Καλλιμάχῳ δέξασθαι τελευτήν· ἐπεὶ δὲ καὶ νενικηκὼς καὶ στήσας τὸ τρόπαιον οὐκ ἐδυνήθη τῆς ὑπὲρ ὑμῶν οὐδαμοῦ στῆναι προθυμίας, ἀλλ’ ἕτερ’ εὐθὺς ἐπενόει, ἐχρῆν
αὐτὸν ἐν τοῖς δευτέροις γοῦν τούτοις ἀποθανεῖν μη- χανώμενον ἑλεῖν τοὺς ὑμετέρους ἐχθρούς· ἐπεὶ δὲ ἐφιλονείκησεν ὁ δαίμων δεσμώτην δεῖξαι Μιλτιάδην καὶ θανάτου στρατηγῷ πρέποντος ἐφθόνησε τῷ πατρί, γένεσθε ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλανθρωπότεροι
τῆς Τύχης καὶ μετενέγκατε τὸν δεσμὸν ἀπὸ σώματος ἀπειρηκότος ἐπὶ τὸν ἴσως ἐνεγκεῖν δυνησόμενον, ἐμέ.
ἂν] πρὸς ἀλλήλους· Κίμων οὗτος ἥκει νῦν ἱκε- τείαις τε καὶ θρήνῳ λύσων τῷ πατρὶ τὴν συμ- φοράν, οἶδε δὲ Ἀθηναίους ἐλεήμονας οὐ πρὸς τοὺς αὑτῶν πολίτας μόνον οἶς ἱερῶν καὶ πολ- λῶν ἑτέρων μεγάλων τε καὶ σεμνῶν κεκοινή-
κάσιν, ἀλλὰ καὶ πρὸς ξένους οἶς ἓν μόνον ὑπάρ- χει δίκαιον τὸ πεπραγέναι κακῶς, ἥκει τοὺς 8 9 αὑτοῦ προγόνους Κίμων οὑτοσὶ καταλέξων, Μιλτιάδας καὶ Στησαγόρας καὶ Κίμωνας. μέγα πεπίστευκεν ἔχειν εἰς τὸ πεῖσαι τὴν Χερρόνη- σον, οὐκ ἔλαττον τὴν Λῆμνον ἣν τῆς πόλεως ἐποίησε σοφίᾳ Πελασγοὺς ἐκβαλών. τὸ δὲ μέ-
γιστον, ὁ Μαράθων | αὐτὸν δεῦρο ἤγαγεν 10 ἅπαν ἔγκλημα νικῆσαι δυνάμενος, δι’ ὅν σῶς μὲν ἡ πατρίς, σῶς δὲ ἡ Ἑλλάς, μέγα δὲ ἐν ἀμ- φοτέραις ταῖς ἠπείροις τὸ τῶν Ἀθηναίων ὄνο- μα, βασιλεὺς δὲ ὁ μέγας ἐδιδάχθη μὴ πάντα
νομίζειν δύνασθαι.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.