νύκτα καὶ ἡμέραν, εἴ που δοίην αὐτῷ πρὸς ὀργὴν ἡν- τινοῦν ἀφορμὴν καὶ λαβών με πεπονθότα τι τῶν συμβαινόντων νέοις οὐκ αἰτιασάμενος, οὐ μεμψάμενος, οὐχ ὅσοις ἐχρῆν εἰς τὸ μεταστῆσαι χρησάμενος πολλά τε τῶν δικαστηρίων ἐμέμνητο καὶ μίαν ἀπαλλαγὴν
ἔφασκεν ὁρᾶν τὴν ἀποκήρυξιν πολλὰ μὲν ἐμοῦ λέγον- 1 2 τος καὶ ὑπισχνουμένου, πολλὰ δὲ τῶν οἰκείων καὶ φίλων ποῖ φέρῃ, Νεόκλεις; τί τῷ πνεύματι τῆς ὀργῆς ἐνδίδως; τί τὰ τῶν νέων πάσχεις τηλι- κοῦτος ὤν; νῦν μὲν ὑπὸ θυμοῦ τὸ παραστὰν ἡγῇ βέλτιστον, ὕστερον δὲ γνώσῃ σαυτῷ πε-
πολεμηνώς. ἀποστερεῖς τὸν οἶκον οὕτω γεν- ναίας φύσεως καὶ θησαυρὸν τοσοῦτον ἐκβάλ- λων σωφρονεῖν δοκεῖς; οὐκ ἐπισχήσεις; οὐκ ἐν σαυτῷ γενήσῃ;
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.