ᾧ τότε πρὸς τὴν ἀποκήρυξιν ἐχρήσω τάχει, τούτῳ χρή- σασθαι πρὸς τὰ ἡδίω; Μῆδοι καὶ Σάκαι καὶ Ὑρκάνιοι καὶ ἡ πολλὴ βασιλέως χεὶρ ἐκώλυε ταῦτα μὴ πραχθῆ- ναι καὶ δεινότατα πάντων ἔπασχες ἀνθρώπων οὐκ ἐώμενος ἐπιδείξασθαι τὰς διαλλαγάς; ὅ νῦν δρᾷς, ὦ
1 2 Νεόκλεις, οὐκ ἐξῆν πρότερον; οὐ βραχέων ἔδει ῥημά- των; οὐ μικροῦ μέρους ἡμέρας; ἢ τοῦτ’ ἂν ἦν ἐμπό- δισμα ταῖς ναυμαχίαις καὶ τοῖς <τοῦ> s πολέμου μασιν; ἀλλ’ οὐκ ἂν εὔφρανας οἶς ἐποίεις τὸν δῆμον;
ἀλλ’ οὐκ ἂν ἐμὲ τοῦτον ὃν τότε μὲν οὐκ ᾔδεις, νῦν δὲ βιάζῃ; οὐκ ἄν σε ἔφην καλήν τινα ταύτην εἰσ- φορὰν εἰσενηνοχέναι τῷ Καιρῷ;
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.