τοῦ καλῶς μοι τὴν ψυχὴν ἡρμόσθαι; τούτων ἕκαστον 1 οὐκ ἦν ἀρκοῦν ἀποδοῦναί μοι τὴν οἰκίαν οὐδ’ ἐμοὶ μὲν ἀρετὴν μαρτυρῆσαι, σὲ δὲ πεῖσαι μὴ χαλεπαίνειν; ἀλλ’ Ἀθηναῖοι μὲν πάντες ἐπῄνουν καὶ παραπλησίως ἐπείθοντο τοῖς τε παρὰ τοῦ Πυθίου καὶ τοῖς ἐμοῖς
ψηφίσμασι καὶ λόγοις καὶ τὴν τῶν ὅλων σωτηρίαν ἐν ταῖς ἐμαῖς εἶχον ἀνακειμένην γνώμαις· σοὶ δ’ οὔπω καλὸς κἀγαθὸς ἐδόκουν οὐδ’ ἀποχρώντως πεπαιδεῦσθαι, νὴ Δί’, ἔργων γὰρ ἐπεθύμεις καὶ τροπαίων.
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.