X.
Ἐκ τοῦ ἐναντίου ὁ Θεμιστοκλῆς.
1καστήριον ὑμᾶς, ἐκ γὰρ ὧν ἐπεπόνθειν ταῦτα ἐλπίζειν εἶχον· ἐπεὶ δὲ βραδέως ἀνέμνησεν ἑαυτὸν ὡς ἐξ αὐτοῦ γενοίμην καὶ φιλάνθρωπος εἶναι πρὸς ἐμέ φησι, ταύ- της μὲν αὐτῷ τῆς δόξης οὐ φθονῶ, ἀλλ’ ἴστω πατέ- ρων πρᾳότατος καὶ καλείσθω τοῦτο παρ’ ὑμῖν, ἐμὲ δὲ
ἐπὶ τῆς συνηθείας ἐν ᾗ κατέστησεν αὐτὸς ἐάτω καὶ τὸν ἄλλον διάγειν χρόνον, ὡς μὴ κατ’ ἄμφω λυποίη, τότε μὲν ἐκβάλλων ὠμῶς, νῦν δὲ οὐ βουλόμενον εἰσ- άγων.
θοίμην ἐφ’ ἅπερ οὗτος καλεῖ δόξω τραχύς | τις 8 εἷναι καὶ χαλεπὸς ταῖς προσηγορίαις ὑμῶν τὸ πρᾶγμα κρινόντων. δεῖ δέ, οἶμαι, τούς γε βουλομένους ὀρθὴν θέσθαι τὴν ψῆφον πάντα ἀνελόντας ἐκ μέσου πρὸς ἓν ἐκεῖνο βλέπειν, πότερος δικαιότερα λέγει, κἂν μὲν
εὑρίσκητε τοῦτον, τούτῳ δοῦναι τὰς ψήφους, ἂν δὲ ἐμέ, ἐμοί.
μοι χάριν, ἀλλ’ αὐτὸς ἂν τὴν ὑπὲρ τούτων ἐποιούμην σπουδὴν καὶ προσέπεμπον ἂν τοὺς μάλιστα αὐτῷ χρω- μένους δι’ ἐκείνων ἀξιῶν μοι γενέσθαι τὰς διαλλαγάς· νῦν δὲ ἐξ αὐτῶν ὧν αὐτὸς μὲν βούλεται. παρασχεῖν, ἐγὼ δὲ ὀκνῶ λαβεῖν σκέψασθε, ὦ ἄνδρες δικασταί, ὢ τὴν θαυμαστὴν δωρεάν. εἰ γὰρ μηδεὶς ἂν εὖ φρονῶν φύγοι τὸ λυσιτελοῦν, μαρτύριον ὑμῖν ἴστω τοῦ μὴ 9 10 11 12 13 συνοικεῖν με Νεοκλεῖ τῷδε τὸ ταῦτα ἐφ’ ὧν νῦν εἰμι προτιμᾶν ὧν οὗτος δίδωσι. καὶ μηδὲ ἐμὲ βλάψαντες ἀντιστῆτε κατὰ τῶν ἐμοὶ συμφερόντων.
οὐδ’ ἐπιθυμεῖν αὖθις ἡμᾶς συνελθεῖν, πάλαι γάρ μου κατέγνωκε τὴν ἐσχάτην κακίαν, ἀλλ’ ἡ μὲν ἐπὶ τὸν οἶκον παράκλησίς ἐστι παραπέτασμα, τὸ δὲ τῆς σπου- δῆς ἀπολογία τις περὶ τῶν εἰς ἐμὲ πεπραγμένων πρὸς ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας. αἰσθάνεται γὰρ
τῶν τε πολιτῶν πολλοὺς τῶν τε Ἑλλήνων οὐκ ὀλίγους κατηγοροῦντάς τε αὑτοῦ καὶ τοιαῦτα λέγοντας· οἷον ἄρα ἠδίκησεν ἐν παιδὶ Νεοκλῆς. ὧς ἄγριος καὶ θηριώδης καὶ προδότης τό γε αὑτοῦ μέρος τῆς 14 τῶν Ἑλλήνων σωτηρίας. τοῦτον ἡγήσατο |
κακὸν οὕτως ὄντα ἀγαθόν, τοῦτον ἀποκηρύ- ξεως ἄξιον, ὃν καὶ ποιήσασθαι υἱὸν μέγα κέρ- δος ἄν τις ἡγήσαιτο νοῦν ἔχων.
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.