οἴου τὴν οἰκίαν φωνὴν λαβοῦσαν δεῖσθαι σου καὶ ἱκε- τεύειν· ἐγώ σε ἐδεξάμην τικτόμενον, ὦ παῖ, καὶ παρ’ ἐμοὶ τὴν πρώτην ἔρρηξας φωνὴν καὶ τὸν ἥλιον εἶδες καὶ μαστοῦ μετέσχες καὶ τῆς ἄλλης τροφῆς καὶ γραμμάτων ἥψω καὶ τὴν πρώτην
ἡλικίαν δ’ διεγένου. καὶ τῶν δυσχερῶν ἐκείνων 1 2 συμπεσόντων ἤλγουν καί σε ἤλπιζον ἀπολή- ψεσθαι πάλιν. ἥκει δὴ τὸ προσδοκώμενον καὶ τὸν εἰσάγοντα ἔχεις. μὴ τοίνυν ἀντίτεινε μηδὲ τὸν ἐμοὶ κόσμον ὀφειλόμενον ἑτέρα οἰκία καρ- πούσθω τις.
4 5 6
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.