μὲν οὐκ ἐμιμοῦ τοὺς δειλοὺς τῶν στρατηγῶν, ἐμὲ δὲ ἠξίους τοὺς κακοὺς τῶν πατέρων; καὶ μὴν τοῖς μὲν τῶν οὐκ εὖ πεφυκότων πατράσι κἂν συγγνοίη τις οὐκ ἀποκηρύττουσιν εἰδόσιν ὡς ἀμήχανον μεταστῆσαι τὴν φύσιν καὶ ποιῆσαι μεγάλην ἐκ μικρᾶς· ἡμῖν δὲ ὑπὲρ
μεγίστων ἦν, ὦ Θεμιστόκλεις, ὁ λόγος τῆς σῆς φύσεως, ἣ μαντεύεσθαι παρεῖχεν ἃ δὴ δέδεικται. οὔκουν ἄξιον ἦν αὐτὴν παριδεῖν ἀπολλυμένην παρ’ ἐμοί;
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.