ἀδικεῖν ἐν τῷ μιμεῖσθαι τοὺς ἰατρούς. τί οὖν ἐστι τὸ ἐκείνων; ὅταν μὲν εἴκῃ τὰ πάθη τοῖς φαρμάκοις, οὕτως ἀπίασι καὶ πλέον οὐδὲν ἐνοχλοῦσιν· ἐπειδὰν δὲ μεῖζον ᾖ τὸ κακὸν τῆς ἀπ’ ἐκείνων βοηθείας, ἔκαυσαν, ἔτε- μον, οὐδὲν ὤκνησαν τῶν ἀλγεῖν μὲν ποιούντων, τοῦ
δεινοῦ δὲ κρατούντων. καὶ ἡμῖν τοίνυν εἰ μὲν ἀπέχρη τὰ ἄλλα, τοῖς προτέροις ἂν ἐχρώμεθα μόνοις· καλού- μενοι δὲ ἐπὶ μείζω τί ἐμέλλομεν ποιεῖν; οὐχ ὧν ἐμε- μνήμην ἰατρῶν ἄρτι, τούτοις ἀκολουθεῖν, ὧν τοῖς ἀρρωστοῦσιν οὐδὲν οὔτε λυπηρότερον οὔτε χρησιμώ-
τερον;
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.