προσῆκόν ἐστιν οἴεσθαι τὰ αὑτῶν ἐθέλειν φθείρειν; ἀλλ’ ὅμως κολάζουσιν. οὐκοῦν προνοουμένων ὁ λογι- σμός. οὐδεὶς δέ, οἶμαι, νοῦν ἔχων τοῖς οὕτω διακειμέ- νοις ἀφεὶς εἰδέναι χάριν ἐπιτιμᾷ.
ῥήμασι πικροῖς, λόγοις ἀνιαροῖς, ὀργῇ μεγάλῃ, θυμῷ πολλῷ. καὶ τί τούτων οὐκ ἀνάλωται; τί δὲ οὐ πέπρακται; τί δὲ παραλέλειπται; πόσαι μὲν ταῦτα ἔσχον ἡμ·έραι, πόσαι δὲ νύκτες βοῶντος, ἀγανακτοῦντος, ἀπειλοῦντος, στένοντος, ὡς ἀποκηρύξω λέγοντος μέν,
μέλλοντος δέ; ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι. λυπεῖν τε γὰρ οὐκ ἐθέλω τουτονὶ καὶ δι’ ὧν ἀπολογοῦμαι, ἀνάγκη τοῦτο συμβαίνειν. ὅπερ οὖν ἐξ ἀρχῆς ἐδεήθην, ἴστω μοι παρρησία. μόνως γὰρ ἂν οὕτω τύχοιμι τῶν 1 διαλλαγῶν.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.