ποιῶν ἔργον ἐπηνώρθουν τὸν υἱόν. καὶ τὸ μὲν ὄνομα 1 ἀηδές, ἀποκήρυξις, τὸ δὲ ἔργον καλόν, ἐπανόρθωσις. ἲς. πεῖθε τούτους ἢ ὡς ἐν καλοῖς Κότε διετρίβομεν ἢ ὡς οὐ κωλύειν ἀπὸ τῶν φαυλοτέρων ἔρων ἔδει. εἰ δὲ μισοῦντος τὰ τοιαῦτα εἶναι φήσεις, ἐν τοῖς μισοῦσιν, οἶμαι, καὶ τοὺς διδασκάλους θήσομεν, οἱ σκῦτος κάθηνται φέρον-
τες καὶ τοὺς ἀργοτέρους τῶν νέων ἐπεγείρουσι πλη- γαῖς καὶ οὐδεὶς αὐτοῖς τῶν πατέρων | χαλεπαίνει, 2 ἀλλ’ ἴσασιν οὐχ ἧττον χάριν τῶν πληγῶν ἢ τῶν μα- θήσεων.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.