μέγας ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, Θεμιστοκλῆς ἐν βου- λαῖς, ἐν ἔργοις, ἐν λόγοις, ἐν ὅπλοις, ἐν γῇ, ἐν θα- λάττῃ, ἐν τοῖς Ἕλλησιν, ἐν τοῖς βαρβάροις. καὶ διὰ τὴν τούτου γνώμην οἷς ἠκολουθοῦμεν ἡγεμόσι, τού- των πεφήναμεν βελτίους. λύεται δὴ μετὰ τῶν κοινῶν
φόβων καὶ τῆς ἀποκηρύξεως ἡ γνῶσις καὶ τὸ εἰκὸς ὁ καιρὸς λαμβάνει. ὥσπερ γὰρ πρότερον ἐκείνων ἴδει τῶν τοῦτον | σωφρονιούντων, οὕτω νῦν τῆς RIV 378 ἀρετῆς ἀνωμολογημένης πεπαῦσθαι χρὴ ταῦτα ὧν πρό- τερον ἔδει.
οἱ μὲν ἑτοίμως εἰσφέρουσιν, οἱ δ’ ἥδιστ’ ἂν μὴ θεῖεν, ἀλλ’ ὅμως οὐδεὶς ἀνέξεται.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.