ἐν οἷσπερ οἱ συμφοραῖς κεχρημένοι πότους μὲν καὶ σύνδειπνα καὶ τὰ τέρψιν ἔχοντα πάντα ἀπλῶς ἀποδι- δράσκων, αἰτῶν δὲ νύκτα καὶ ἡμέραν παρὰ τῶν θεῶν ἐπιθυμίαν βελτιόνων ἔργων ἐνθεῖναι Θεμιστοκλεῖ. καὶ οὐκ ἠτύχησα. γενόμενος γὰρ ἐφ’ ἑαυτοῦ καὶ τὴν ψυχὴν
ἀλγήσας καὶ καταστὰς εἰς τὴν ὑπὲρ τῶν ἀναγκαίων φροντίδα κάλλη μὲν σωμάτων καὶ τοὺς περὶ ταῦτα ἔρωτας καὶ τὰς οὐκ ἐπαινουμένας ἡδονὰς οὐκέθ’ ὁμοίως ἐδίωκεν οὐδ’ ἠμέλει παντελῶς τῆς διανοίας, ἀλλὰ καὶ χρηστῶν ἔργων ἐμέμνητο καὶ μεθίστη τινὰ καὶ μετέ-
βάλλε καὶ τὴν φύσιν οὐχ ὁμοίως ἀπώλλυε καί τινα ἀγρυπνίαν ἠγρύπνει βελτίω τῶν προτέρων εἰς Μιλτι- άδην βλέπων καὶ τὸ Μαραθῶνι τρόπαιον. ἐφ’ οἷς αὐτὸν ὁρμήσας ἀναλαβεῖν ἐπέσχον τοῦ ῥιζωθῆναι τὴν 1 2 3 ἀρετήν.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.