IX.
Μετὰ τὰ ἐν Σαλαμῖνι ἀναλαμβάνειν ἀξιοῖ Νεο- κλῆς τὸν Θεμιστοκλέα, ὁ δὲ ἀντιλέγει.
Θεμιστοκλέους πατήρ. καὶ βραχέος μὲν ᾤμην δεήσειν μοι πρὸς τοῦτο λόγου καὶ τοσούτου μόνον ὅτι τὸν παῖδα πρὸς τὸν κλῆρον εἰσάγω· ἐπειδὴ δὲ φεύγει με Θεμιστοκλῆς καὶ τὴν περὶ ταῦτα χάριν οὔτε λαβεῖν οὔτε δοῦναι βούλεται καθάπερ ἠδικημένος τι παρ’
ἡμῶν, ἐὰν ἐπιδείξω αὐτὸν τὰ μέγιστα δι’ αὐτῶν ὧν ἠδικῆσθαι νομίζει κεκερδακότα, ὑμεῖς ἡμῖν ἀμφοτέροις, ὦ 2 3 4 5 6 7 8 9 ἄνδρες δικασταί, βοηθήσατε, τούτῳ μὲν τὸ μηκέτ’ ἔξω τῶν πατρῴων εἶναι παρέχοντες, ἐμοὶ δὲ τὸ τούτῳ συνοικεῖν.
κλέα καὶ τὴν δεξιὰν ἐμβαλόντα μεμνήσεσθαί τε τῆς οἰκίας καὶ ταῦτα ἀξιώσειν ἔχειν ἐφ’ ἃ καλεῖται νῦν παρ’ ἡμῶν, καὶ γὰρ εἰ πολλὰ καὶ μεγάλα αὐτῷ καὶ κρείττονα ἐλπίδος τὰ πεπραγμένα, ἀλλ’ οὐδὲν αὐτὸν τῶν πάντων ἡγούμην ἀποστήσειν τῆς πρὸς τὸν οἶκον
τὸν πατρῷον εὐνοίας· ἐπειδὴ δὲ αὐτοῦ μου προσιόντος καὶ δεομένου τῶν ἐμῶν εἶναι δεσπότην οὐ προσδέχεται τοὺς λόγους, ἀλλ’ ἀποπηδᾷ καὶ καταφρονεῖ καὶ τἀς δεήσεις ἀτιμάζει, πεισθήτω παρ’ ὑμῶν εἶξαι καὶ συγχω- 10 ρῆσαι τῷ πατρὶ καὶ μὴ διαβαλλέτω τὴν ἐκ | τοῦ
πολέμου λαμπρότητα τῇ πρὸς ἐμὲ χαλεπότητι.
οἷς εὐφραίνομαι μεγάλα μοι πρὸς τὴν παροῦσαν σπου- δὴν ἐναντιώματα γίγνεται· δέος γάρ ἐστιν, ὦ ἄνδρες 11 12 δικασταί, μὴ τὰ μὲν τῇ σοφίᾳ τῇ τούτου παραχθέντες, τὰ δὲ τὴν δόξαν τὴν ἀπὸ τῶν ἀγώνων αἰσχυνθέντες τὴν Θεμιστοκλέους ἄδικον φιλονεικίαν ἰσχυροτέραν ὧν ἡμεῖς παρεχόμεθα δικαίων ποιήσησθε.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.