Πόσειδον, τῇ κατ’ ἐμοῦ κατηγορίᾳ καὶ διδάσκων τού- τους ὡς καλὰ τὰ τοιαῦτα νομίζεις; εἰ γὰρ ὑπὲρ τοῦ βιασαμένου διδόντος δίκην ἀγανακτεῖς, τὸν δὲ ἀμυ- νόμενον ἀπαιτήσων δίκην ἥκεις, πῶς οὐ νομοθετεῖς ἐξεῖναι τὰ τοιαῦτα ποιεῖν; δεικνύεις δὲ τοῖς τοιούτοις
ὧς οὐδ’ ἂν αὐτὸς φύγοις τὰς τοιαύτας ἡδονάς.
καλόν. πρέποι δ’ ἂν ὑμῖν οὖσι θεοῖς διδασκάλους γενέσθαι σωφροσύνης ἀνθρώποις. διδαχὴ δὲ τὸ τὴν δίκην ὑφ’ ὑμῶν ἣν ἔλαβον ἐπαινεθῆναι τῇ ψήφῳ.
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.