ἀλλὰ καὶ τὸν ἐν τοῖς ὅπλοις ἡδέως δεχομένους θάνα- τον. καὶ οὔπω τοῦτο μέγα, νοῦς γὰρ ἐν αὐτοῖς καὶ φρόνησις. ἀλλὰ καὶ τὰ θηρία πάντα ὑπὲρ ὧν ἔτεκε δρῶντα ὁρῶμεν. καὶ αὐτὰ μὲν εἰ πλήξαις, τάχ’ ἂν ἡσυχάσαι· τῶν δ’ ἐγγόνων εἰ προσάψαιο, μέγας ὁ κίν- 1 2 δυνος καὶ ἀθῷον ἀπελθεῖν οὐ ῥᾴδιον. ἐμὲ δὲ οὐκ ἐχρῆν Ἀλκίππης καταπεπολεμημένης καὶ ἀνθρώπων καὶ θηρίων εἰς τὴν ἐμαυτοῦ παῖδα γενέσθαι χείρονα. ἢ σὲ μὲν ἔδει καὶ δίκην λαχεῖν καὶ τιμωρίαν ζητεῖν λαβεῖν καὶ διὰ τοῦτο δεῦρο συναγαγεῖν τοὺς θεούς, ἐμὲ δὲ τοιούτων πε-
πραγμένων καθεύδειν;
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.