τὸ διαλεχθῆναι, καταπαλαίσαντα δὲ τὴν ἀθλίαν παρ- θένον. ἔδει με πρὸς σὲ εἰπεῖν; Πόσειδον, ἀδικεῖ μ’ ἑ Ἁλιρρόθιος. διὰ τί δὲ μὴ ’κεῖνον πρὸς ἐμὲ ταῦτα εἰπεῖν πρότερον; βούλομαί σοι κηδεῦσαι. τὴν ὥραν Ἀλκίππης τεθαύμακα. πρίν τι οἶον οὐκ ἄξιον
συμβῆναι | πείθου. εἰ δ’ ἀναιδὲς τοῦτο ἦν, 1 ἀλλ’ οὐ τό γε πρὸς τὸν πατέρα εἰπεῖν· εἰ δὲ καὶ τοῦτο, θαυμαστὸν εἰ ἃ λέγειν ᾐσχύνετο, ταῦτα ποιεῖν οὐκ ὤκνει.
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.