τᾶι; ἐμοὶ μὲν γὰρ τὸ ζῶντα ὀδυνᾶσθαι μᾶλλον ἢ τὸ μηκέτ’ εἶναι. τὸ μὲν γάρ ἐστιν οὐδενὸς αἰσθανόμενον κεῖσθαι, τὸ δὲ τηκόμενον ἐπιθυμεῖν θανάτου. οὕτως ἡ ζῶσα αὕτη τοῦ τεθνεῶτος ἐκείνου δι’ αὐτὸ τὸ ζῆν ἀθλιωτέρα. οὐ γὰρ ἀπαλλάττει τῆς γῆς τὸ πρόσωπον
οὐδὲ παύει κλάουσαν αὐτὴν οὐδεὶς λόγος. ἴσον δὲ πέτρᾳ καὶ Ἀλκίππη διαλέγεσθαι. κεῖται δ’ ἄσιτος ἐκ- δοῦσα τὸ σῶμα κακοῖς. ἆρ’ οὐ δυστυχεῖ περιοῦσα; εἰ δὲ ἐμοίχευεν Ἁλιρρόθιος, καὶ τότ’ ἂν αὐτὸν ἔδει μαστιγοῦν ἢ δεῖν, ἀποκτείνειν δὲ μή; καίτοι δεινὸν
μὲν κἀκεῖνο, πολλῷ δὲ δήπου δεινότερον τοῦ γημαμέ- 1 2 3 4 νῆν ἀδικηθῆναι τὸ κωλυθῆναι γάμου τυχεῖν, ὥσπερ τοῦ χρημάτων ἅ τις εἶχεν ἐκπεσεῖν τὸ μηδὲ κτήσασθαι τὴν ἀρχήν.
δενὸς ἀπέχεσθαι μηδὲ αὐτῶν τῶν θεῶν. καὶ οὐκ ᾐσχύνετο τοῖς κατὰ τῶν θεῶν λόγοις ὑπὲρ τῆς ἀκρα- σίας Ἁλιρροθίου χρώμενος. ἐγὼ δὲ θαυμάσαιμ’ ἂν εἰ θεὸς ὧν ὁ Ἔρως κακῶν αἴτιος οὐ λέγω θεοῖς, ἀλλ’ ἀνθρώπων τινὶ γίγνεται. θεοῦ γάρ, οἶμαι, παύειν
κακά, σὺ δ’ αὐτὸν λέγεις ἀναγκάζειν μαίνεσθαι. ὁ δὲ φιλίας μὲν δικαίας ἐνεργάζεται τοῖς ἀνθρώποις, ἀδί- κοις δὲ μίξεσιν ἐκείνων οὐ φιλοτιμεῖται, ἀλλὰ ὑπὸ τῶν οὐ δυναμένων σωφρονεῖν ἀδικεῖται τῆς αὑτῶν μέθης ἐκεῖνον αἰτιωμένων, οἱ καὶ τῶν ἐν τοῖς τοιού-
τοῖς ἐπιορκιῶν οὐκ εἶναί φασι δίκας αὑτοὺς ἐξαπα- τῶντες.
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.