γεγόναμεν, σὺ μὲν ἐκ Δῖός, ἐγὼ δὲ ἐκ Ποσειδῶ- νος. δὸς ταύτην τῷ θείῳ τῷ σεαυτοῦ τὴν χάριν. μικρὸν ἐπίσχες. ἂν μή σε ἐλθὼν μεταπείσῃ, χρῆσαί μοι τότε ὅ τι βούλει. ὁ μὲν ταῦτα ἔλεγεν, ὁ δὲ κατέκοπτεν ὁ χρηστός. ἀκούω καὶ τὴν Ἀλκίππην
αὐτὴν δακρύσαι τούτων γιγνομένων καὶ τολμῆσαι μὲν πρὸς τοῦτον εἰπεῖν οὐδέν, δρᾶσαι δὲ μετὰ τοῦ πειρᾶ- σθαι λανθάνειν ὁπόσα ἐπὶ νυμφίῳ κειμένῳ.
αινῶ δὲ καὶ τούτοις τοῖς Ἀθηναίοις ἁγνίσαι τουτονὶ τὸν πάγον ὅν μύσους ἐνέπλησεν ὁ φονεὺς οὗτος ἐπ’ αὐτοῦ σταθείς.
Declamatio 7. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.