πρὸς γάμον. πάντως οὐκ ἔμελλες ἐρυθριάσειν Ἁλιρρο- θίου κηδεστὴς καλούμενος οὐδέ γε πάππος τῶν ἐκ τούτου φύντων.
ὅτι ἐδεδίει. τὰ δὲ τῶν παίδων πρὸς τοὺς πατέρας ἴσμεν. αἰσχύνης οὖν καὶ φόβου τοσαύτην ἔδει γενέσθαι τιμωρίαν; ὁ δὲ καὶ σεμνολογήσεται καὶ φήσει βελτίους φόνῳ πεποιηκέναι τοὺς ἐκ τῶν θεῶν. οἱ δέ, ἴως μὲν ἂν <ᾖ> κάλλη τε σωμάτων καὶ ἵρως καὶ τὰ ἔρωτος, καὶ θαυμάσονται τὰς ἐν ὥρᾳ καὶ προσίασιν, ὁ δ’ ἐμὸς τηνάλλως τέθνηκεν οὐκ ὢν ἐπὶ τοιούτοις ἄξιος, ὧς I ἄρτι διδάσκων ἑώρων ὑμᾶς προσιεμένους τὸν λόγον.
καὶ ἀποκτιννύναι πολλῷ δήπου δεινότερον ὧν οὗτος παῦσαί φησιν οὐ παύσας. τούτου τοίνυν τοῦ τοσούτου κακοῦ γέγονεν Ἄρης διδάσκαλος μονονοὺ κηρύττων εἰς ἅπαντας καὶ θεοὺς καὶ ἡμιθέους καὶ τὸ τρίτον αὖ γένος, ὅτι πάσης αἰτίας μία ἔστω δίκη σφαγὴ καὶ
θάνατος.
Declamatio 7. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.