μένα, καί τις ἴς τινα ἁμαρτών τι μέγα πολλάκις ἀθῷος ἀπῆλθε καταφυγὼν εἰς οἶνον ἢ θυμὸν ἢ προπέτειαν ἢ λήθην ἤ τι τοιοῦτον. καίτοι τί τῶν ἄλλων ἃ συγ- γνώμην δύναται φέρειν οὐκ Ἔρωτος εἰς ἀνάγκης λόγον λείπεται; ἡδέως οὖν ἄν σε ἐροίμην, πότερον οὐδενὶ
τῶν ἀπάντων ἐπ’ οὐδενὶ συγγνωσόμεθα; χείρους μέν, ὧς ἔοικε, τῶν ἀνθρώπων, ὅμοιοι δὲ ἐσόμεθα τοῖς 1 2 3 θηρίοις οἱ θεοί. ἀλλ’ ἐπ’ ἄλλων τοῦτο ποιοῦντες ἐνταῦθα ἐσόμεθα | πικροί; καὶ τίνα ἂν ἔχοι τὸ πρᾶγμα λόγον;
δίψει καὶ πολλοῖς ἑτέροις πιέσαι δυναμένοις παράδος. ὃ δὲ πεποίηκας τοῦτο τὸ νῦν, ἀπείλησον μέν, ποιήσῃς δὲ μή· οὕτω γὰρ καὶ δίκην ἂν εἰλήφεις καὶ τὸν αἰτι- ασόμενον οὐκ εἶχες. νῦν δ’ οὐ μείνας ἐν ὅροις αὐτὸς τῶν ὀφειλόντων δίκην γεγένησαι. ὁ γὰρ ἐν τῷ πράττε-
σθαι τιμωρίαν ἐκβὰς τὸ μέτρον ἀδικεῖ τῷ πλείονι.
Declamatio 7. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.