χαίρων ὑβριεῖ, παρέσχον ἐπ’ ἐξουσίας τολμῆσαι. καὶ μηδεὶς εἴπῃ· βασιλεὺς γὰρ <ὁ> ἄνθρωπος καὶ κύριος τῶν ὅλων. πρῶτον μὲν γὰρ ἅπας βασιλεὺς ἐν τοῖς ὑπηκόοις ἰσχύει καὶ πρὸς τὴν τούτων γνώμην τἀκείνου φέρεται καὶ κρατεῖ καὶ καθῄρηται, καὶ δέ-
δοικε καὶ θαρρεῖ καὶ τοῦτο ἔστιν ὅ τι ἂν τοῖς ἀρχο- μένοις δοκῇ. οὐ γὰρ ἑνὶ σώματι καὶ ψυχῇ μιᾷ κρατεῖ τοσοῦτον πλῆθος, ἀλλὰ τῇ τῶν πολλῶν βουλήσει τὸ 1 2 σχῆμα λαμβάνει. καὶ τῶν αὐτῶν δήπου δοῦναί τε καὶ πάλιν ἀφελέσθαι καὶ παρασχεῖν καὶ μηκέτ’ ἐᾶν ἔχειν.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.