εὑρήσετε καὶ τὸ δόρυ τὸ πατρικόν. ὧς γὰρ ἀνήχθημεν ἀπὸ τῆς Αὐλίδος, ἀγνοίᾳ τῶν τόπων προσπεσόντες τῇ Μυσῶν τὴν ἀρχὴν κατεθέομεν Τηλέφου τὴν Ἀλεξάν- δρου νομίζοντες, αἰσθόμενος δὲ ὁ Τήλεφος εὐθὺς ἐν
ὅπλοις ἦν καὶ μετὰ τῆς δυνάμεως ἀπήντα, μάχης δὲ καρτερᾶς γενομένης καὶ τοῦ πράγματος προἰόντος ὁ τῶν Μυσῶν ἡγούμενος ὑπ’ ἐμοῦ τιτρώσκεται. καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἡμεῖς δὲ γνόντες τὴν πλάνην ἀποπλεύσαντες αὖθις ἦμεν ἐν Βοιωτίᾳ. καὶ τῷ συμβε-
βηκότι τὸ στράτευμα διελέλυτο.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.