πεποιημένης τἀκείνων; σὺ μὲν οὐκ ἂν εἴποις ἃ φρο- νεῖς, ἐγὼ δὲ οὐκ ἀποκρύψομαι. οὐχ οὗτός ἐστιν ὁ 1 Ι πρῶτον μὲν ἐν Αὐλίδι τῆς Ἀρτέμιδος ἀμαθίαν εἰς τοξικὴν καταγνοὺς καὶ φήσας οὐδὲν εἶναι πρὸς ἑαυτὸν ἐκείνην ἐν ἀφέσει βελῶν, ἐξ οὗ δὴ καὶ τὸν
στόλον ἐπέσχεν ἡ θεὸς χαλεπήνασα; καίτοι τί τῆς μανίας τὸ κέρδος; ἔτυχες τοῦ θηρίου. τί οὖν ὑπέρ- λαμπρον; οὐ γὰρ Ἀλεξάνδρου τετύχηκας. ἀλλὰ καὶ τοῦτο γενναῖον. οὐκ οὖν ἀρκεῖ βεβληκέναι, ἀλλὰ καὶ σεμνύνεσθαι τῷ βλήματι δεῖ; Τεύκρῳ σαυτὸν ἀντίθες.
ἀλλ’ οὐχ ἱκανὸν τοῖς ζῶσ·ιν. Ἴδᾳ τῷ παλαιῷ. σὺ δὲ ἀφεὶς τὴν γῆν τοῖς θεοῖς πολεμεῖς.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.