ἡγούμην τὴν ἀφαίρεσιν, εἰ καὶ λαβόντες ἀπήγαγον τὴν κόρην, οὕτως οὐδὲ τούτου τὴν ἀπόδοσιν, εἰ καὶ σφόδρα ἀποπέμψει, ἀλλ’ ἦν ἐκεῖνο μὲν Ἀγαμέμνονος, τοῦτο δὲ τῆς ἥττης, αὐτὸ δέ γε τὸ τοὺς Τρῶας τῷ πολέμῳ κρατεῖν παρὰ τὴν ἐμὴν ἡσυχίαν. ὥστ’ ἀκριβεῖ λόγῳ παρ’ ἐμαυ-
τοῦ λαμβάνω τὴν κόρην, εἴ γε τὴν μὲν ἀπόδοσιν ἡ ἀνάγκη, τὴν δ’ ἀνάγκην ἐγὼ πεποίηκα.
ἐμπιπραμένων ἀνάγκη καὶ τὴν κόρην τεθνάναι. δίδω- σιν οὖν ἥν οὐχ οἶός τέ ἐστιν ἔχειν καὶ φιλοτιμεῖται τούτοις ὧν ἐκπεσεῖται πάντως, ὥσπερ ἂν εἴ τις χει- μῶνι χρησάμενος καὶ τῶν σκευῶν ὑπὲρ τῆς σωτηρίας 3 4 ἐκβαλών τινα εἰς χαριστήριον ταῦτα τῷ Ποσειδῶνι λογίζοιτο. ἀρ’ αἰσθάνῃ τῆς τῶν λόγων ἀνωμαλίας, Ὀδυσσεῦ, ὡς μὲν πάντων στερησόμενος ἱκετεύει, ὡς δὲ βεβαίων κύριος ὢν ὑπισχνεῖται καὶ τῆς ἀλαζονείας οὐδ’ ἐν τοῖς φόβοις πέπαυται.
πάθος ἐνίκησε τὴν γνώμην· ἐπεὶ δὲ ἔνδον οὔσης οὐχ ἥπτετο, μία ἐστὶν ἡ αἰτία τῆς ἀφαιρέσεως ἡ περὶ ἡμᾶς ἀτιμία. οὐ γὰρ αὑτῷ χαριζόμενος, ἀλλ’ εἰς ἐμὲ παροινῶν ἐλάμβανεν. ὥστ’ ἐπιορκῶν μὲν τὸ τῆς ἀπολογίας ἰσχυρὸν διαφθείρει, ὀμνὺς δὲ τὰ εὔορκα χείρω ποιεῖ τὰ ἐγ-
κλήματα.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.