Ἑλένης ἐπιθυμεῖν, ἀλλὰ τῆς παρ’ αὐτῆς δίκης. βούλε- 1 2 τᾶι γὰρ λαβὼν αἰκίσασθαι, λιμῷ πιέσαι, κατακόψαι. ταύτῃ γὰρ ἐγκαλεῖ πλέον ἢ τῷ τοῦ Πριάμου. μὴ γὰρ ἐθέλουσαν οὐκ ἂν ἐκ μέσης ἁρπασθῆναι Λακεδαίμονος. ἢν τοίνυν μᾶλλον ἢ Τρῶας μισεῖ, ταύτην εἰ λάβοι παρ’ ἑκόντων, οὐκ ἔτ’ ἂν Τρῶσί χαλεπαίνοι. ἐγὼ δὲ τί
χρήσωμαι τῇ κόρῃ; τὸ μὲν γὰρ συνοικεῖν αἰσχρόν, τὸ δ’ ἀποκτείνειν οὐ δίκαιον. εἶδον γὰρ ἑλκομένην ἀφι- εῖσαν δάκρυον. οὐκοῦν ἐκείνῳ μὲν ἵστησι τὴν λύπην Ἑλένη δοῦσα δίκην, ἐμοὶ δὲ οὐκ ἔστιν ὅ παύσει τὸν θυμόν. 10
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.