τί λέγεις; ὁ τὴν οὖσαν ἀφαιρούμενος τὴν αὑτοῦ δώσει καὶ τῆς αἰχμαλώτου φθονῶν ἐγχειριεῖ τὴν παῖδα; καὶ τοῦ πολέμου τελευτὴν εἰληφότος ἔσται χρηστὸς ὁ μηδ’ ἐν τῇ χρείᾳ σωφρονῶν; οὐκ ἔστιν. ὁρῶ τὸ μέλλον τοῖς ἤδη πεπραγμένοις καὶ γίγνεταί μοι τῶν δευτέρων ἃ
πέπονθα διδαχὴ καὶ τοῖς ἐγνωσμένοις τἀφανὲς ἐξελέγ- χεται.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.