δῶρα ταῦτα χρὴ καλεῖν ἢ δουλείας ἀρχήν; οὐ γὰρ δὴ πρὶν μὲν γενέσθαι καταφανές, εἰ τὴν ὀργὴν ἐπὶ χρή- μασιν ἀναιρήσω, ῥᾳδίως οὕτως Ἀγαμέμνων ὕβριζεν· ἔργῳ δὲ γνούς, ὅτι πάντ’ ἂν ὑπομείναιμι χρημάτων, αἰδοῖ χρήσεται πρὸς τοῦτον ὅν ἔξεστι πρίασθαι; ὅλως
δέ, εἰ μὲν ἀδίκως ὀργίζομαι, τίς ὁ καιρὸς τῶν δώρων; εἰ δ’ ἐν δίκῃ χαλεπαίνω, πῶς ἀξιοῖς με δώρων τὸ δί- καιον προέσθαι;
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.